1.

[8.428] ὅτι δ' ἀνεπίκριτόν ἐστι τὸ ὑγιὲς συνημμένον, αἱ εἰσαγωγαὶ (Cfr. §§ 223, 443) τῶν Στωικῶν διδάσκουσιν, ἐν αἷς πολλὰς καὶ διαφώνους καὶ μέχρι τοῦ νῦν ἀνεπικρίτους ἐκτίθενται τούτου κρίσεις. ὅθεν τοῦ συνακτικοῦ τοιούτου τυγχάνοντος πάντως καὶ ὁ ἀληθής, διὰ δὲ τοῦτο καὶ ὁ ἀποδεικτικὸς ὀφείλει ἐν ἐποχῇ φυλάττεσθαι.
Κἂν ἀποστάντες δὲ ταύτης τῆς ἐνστάσεως ἐπὶ τὴν τῶν περαινόντων καὶ ἀπεράντων χωρῶμεν τεχνολογίαν, ἀδύνατος εὑρεθήσεται ἡ τοῦ ἀποδεικτικοῦ λόγου σύστασις.