HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,437
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,437.rdf
1.
[8.430] ἀλλὰ κατὰ διάρτησιν μέν, ὅταν μηδεμίαν ἔχῃ κοινωνίαν καὶ συνάρτησιν τὰ λήμματα πρὸς
ἄλληλά τε καὶ πρὸς τὴν ἐπιφοράν, οἷον ἐπὶ τοῦ τοιούτου λόγου ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ
μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται˙ φῶς ἄρα ἔστιν᾽᾽. ὁρῶμεν γὰρ ὡς ἐπὶ τούτου οὔτε τὸ ῾῾εἰ ἡμέρα
ἔστιν᾽᾽ ἔχει τινὰ σύμπνοιαν καὶ συμπλοκὴν πρὸς τὸ ῾῾πυροὶ ἐν ἀγορᾷ πωλοῦνται᾽᾽, οὔτε ἑκάτερον
αὐτῶν πρὸς τὸ ῾῾φῶς ἄρα ἔστιν᾽᾽, ἀλλ' ἕκαστον ἀπὸ τῶν ἄλλων διήρτηται.