1.

[8.430] ἀλλὰ κατὰ διάρτησιν μέν, ὅταν μηδεμίαν ἔχῃ κοινωνίαν καὶ συνάρτησιν τὰ λήμματα πρὸς ἄλληλά τε καὶ πρὸς τὴν ἐπιφοράν, οἷον ἐπὶ τοῦ τοιούτου λόγου ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται˙ φῶς ἄρα ἔστιν᾽᾽. ὁρῶμεν γὰρ ὡς ἐπὶ τούτου οὔτε τὸ ῾῾εἰ ἡμέρα ἔστιν᾽᾽ ἔχει τινὰ σύμπνοιαν καὶ συμπλοκὴν πρὸς τὸ ῾῾πυροὶ ἐν ἀγορᾷ πωλοῦνται᾽᾽, οὔτε ἑκάτερον αὐτῶν πρὸς τὸ ῾῾φῶς ἄρα ἔστιν᾽᾽, ἀλλ' ἕκαστον ἀπὸ τῶν ἄλλων διήρτηται.