1.

[8.431] κατὰ δὲ παρολκὴν ἀπέραντος γίνεται ὁ λόγος, ὅταν ἔξωθέν τι καὶ περισσῶς παραλαμβάνηται τοῖς λήμμασι, καθάπερ ἐπὶ τοῦ οὕτως ἔχοντος ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν, ἀλλὰ καὶ ἡ ἀρετὴ ὠφελεῖ˙ φῶς ἄρα ἔστιν᾽᾽. τὸ γὰρ τὴν ἀρετὴν ὠφελεῖν περισσῶς συμπαρείληπται τοῖς ἄλλοις λήμμασιν, εἴγε δυνατόν ἐστιν ἐξαιρεθέντος αὐτοῦ διὰ τῶν περιλειπομένων, τοῦ τε ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽᾽ καὶ τοῦ ῾῾ἀλλὰ μὴν ἡμέρα ἔστιν᾽᾽, συνάγεσθαι τὴν ἐπιφορὰν τὸ ῾῾φῶς ἄρα ἔστιν᾽᾽.