1.

[8.433] ὄντος δὲ καὶ τοῦ ῾῾εἰ τὸ πρῶτον, τὸ δεύτερον, οὐχὶ δέ γε τὸ δεύτερον, οὐκ ἄρα τὸ πρῶτον᾽᾽, φαμὲν τὸν ἐν τοιούτῳ σχήματι ἐρωτηθέντα ῾῾εἰ τὸ πρῶτον, τὸ δεύτερον, οὐχὶ δέ γε τὸ πρῶτον, οὐκ ἄρα τὸ δεύτερον᾽᾽ ἀπέραντον εἶναι, οὐχ ὅτι ἀδύνατόν ἐστιν ἐν τῷ τοιούτῳ σχήματι λόγον συνερωτᾶσθαι δι' ἀληθῶν ἀληθὲς συνάγοντα (δύναται γάρ, οἷον ὁ τοιοῦτος ῾῾εἰ τὰ τρία τέσσαρά ἐστιν, τὰ ἓξ ὀκτώ ἐστιν˙ οὐχὶ δέ γε τὰ τρία τέσσαρά ἐστιν, οὐκ ἄρα τὰ ἓξ ὀκτώ ἐστιν᾽᾽), τῷ δὲ δύνασθαί τινας λόγους ἐν αὐτῷ τάττεσθαι μοχθηρούς, καθάπερ καὶ τὸν τοιοῦτον ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα˙ οὐκ ἄρα ἔστι φῶς᾽᾽.