HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,441
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,441.rdf
1.
[8.434] κατ' ἔλλειψιν δὲ ἀπέραντος γίνεται ὁ λόγος, ὅταν ἐλλείπῃ τι τῶν συνακτικῶν λημμάτων.
οἷον ῾῾ἤτοι κακόν ἐστιν ὁ πλοῦτος ἢ ἀγαθόν ἐστιν ὁ πλοῦτος˙ οὐχὶ δέ γε κακόν ἐστιν ὁ πλοῦτος˙
ἀγαθὸν ἄρα ἐστὶν ὁ πλοῦτος᾽᾽. ἐλλείπει γὰρ ἐν τῷ διεζευγμένῳ τὸ ἀδιάφορον εἶναι τὸν πλοῦτον,
ὥστε τὴν ὑγιῆ συνερώτησιν τοιαύτην μᾶλλον ὑπάρχειν ῾῾ἤτοι ἀγαθόν ἐστιν ὁ πλοῦτος ἢ κακόν ἐστιν
ἢ ἀδιάφορον˙ οὔτε δὲ ἀγαθόν ἐστιν ὁ πλοῦτος οὔτε κακόν˙ ἀδιάφορον ἄρα ἐστίν᾽᾽.