1.

[8.434] κατ' ἔλλειψιν δὲ ἀπέραντος γίνεται ὁ λόγος, ὅταν ἐλλείπῃ τι τῶν συνακτικῶν λημμάτων. οἷον ῾῾ἤτοι κακόν ἐστιν ὁ πλοῦτος ἢ ἀγαθόν ἐστιν ὁ πλοῦτος˙ οὐχὶ δέ γε κακόν ἐστιν ὁ πλοῦτος˙ ἀγαθὸν ἄρα ἐστὶν ὁ πλοῦτος᾽᾽. ἐλλείπει γὰρ ἐν τῷ διεζευγμένῳ τὸ ἀδιάφορον εἶναι τὸν πλοῦτον, ὥστε τὴν ὑγιῆ συνερώτησιν τοιαύτην μᾶλλον ὑπάρχειν ῾῾ἤτοι ἀγαθόν ἐστιν ὁ πλοῦτος ἢ κακόν ἐστιν ἢ ἀδιάφορον˙ οὔτε δὲ ἀγαθόν ἐστιν ὁ πλοῦτος οὔτε κακόν˙ ἀδιάφορον ἄρα ἐστίν᾽᾽.