1.

[8.435] (§§ 435-437 Cfr. PH II 152-153) Τοιαύτης δὴ παρὰ τοῖς Στωικοῖς κειμένης τεχνολογίας μήποτε τὸ ὅσον ἐπ' αὐτῇ οὐ δύναται ἀπέραντος ἐπικριθῆναι λόγος, καί γε εὐθέως ὁ κατὰ διάρτησιν καὶ οὕτως ἔχων ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἐν ἀγορᾷ πυροὶ πωλοῦνται˙ φῶς ἄρα ἔστιν᾽᾽. τὸ γὰρ διηρτῆσθαι τὰ λήμματα, καὶ μήτε πρὸς ἄλληλα μήτε πρὸς τὴν ἐπιφορὰν ἔχειν τινὰ κοινωνίαν, ἤτοι ψιλῇ λέγουσι φάσει ἢ διά τινος τεχνικῆς καὶ διδασκαλικῆς ἐφόδου τὸ τοιοῦτο παριστάντες.