HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,443
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,443.rdf
1.
[8.436] ἀλλ' εἰ μὲν ἀναποδείκτῳ χρώμενοι φάσει, ῥᾴδιον φάσιν αὐτοῖς ἀντιθεῖναι, πάντα τὸν
λεγόμενον κατὰ διάρτησιν ἀπέραντον λόγον φάσκουσαν περαίνειν˙ εἰ γὰρ ἐκ ψιλῆς φάσεως ἐκεῖνοι
δύνανται πιστεύεσθαι, δυνήσονται καὶ οἱ τοὐναντίον λέγοντες εἶναι πιστοί˙ τὴν ἰσοσθενῆ γὰρ
προφέρονται φάσιν. εἰ δὲ μεθόδῳ τοῦτο διδάσκοντες, ἐπιζητήσομεν, τίς ποτέ ἐστιν ἡ τοιαύτη
μέθοδος.