1.

[8.436] ἀλλ' εἰ μὲν ἀναποδείκτῳ χρώμενοι φάσει, ῥᾴδιον φάσιν αὐτοῖς ἀντιθεῖναι, πάντα τὸν λεγόμενον κατὰ διάρτησιν ἀπέραντον λόγον φάσκουσαν περαίνειν˙ εἰ γὰρ ἐκ ψιλῆς φάσεως ἐκεῖνοι δύνανται πιστεύεσθαι, δυνήσονται καὶ οἱ τοὐναντίον λέγοντες εἶναι πιστοί˙ τὴν ἰσοσθενῆ γὰρ προφέρονται φάσιν. εἰ δὲ μεθόδῳ τοῦτο διδάσκοντες, ἐπιζητήσομεν, τίς ποτέ ἐστιν ἡ τοιαύτη μέθοδος.