1.

[8.437] κἂν λέγωσιν, ὅτι τοῦ κατὰ διάρτησιν ἀπεράντου λόγου τεκμήριόν ἐστι τὸ μὴ πάντως ἀκολουθεῖν αὐτοῦ τῇ διὰ τῶν λημμάτων συμπλοκῇ τὸ συμπέρασμα, μηδὲ ὑγιὲς εἶναι 〈τὸ〉 συνημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον εἰς τὸ συμπέρασμα, πάλιν εἰς τὴν ἀρχῆθεν φήσομεν αὐτοὺς ἀπορίαν ἐμπίπτειν˙ εἰ γὰρ ἵνα τὸν κατὰ διάρτησιν ἀπέραντον λόγον μάθωμεν, δεῖ ἔχειν ἐπικεκριμένον τὸ ὑγιὲς συνημμένον, τοῦτο δ' οὐκ ἔχομεν μέχρι τοῦ νῦν ἐπικεκριμένον, πάντως οὐδὲ τὸν κατὰ διάρτησιν ἀπέραντον λόγον δυνάμεθα γιγνώσκειν.