1.

[8.438] (§§ 438-443 Cfr. PH II 156) ἀλλὰ καὶ δεύτερος ἦν τρόπος ἀπεράντων ὁ κατὰ παρολκήν, ὅταν ἔξωθεν παραλαμβάνηταί τι τοῖς λήμμασι παρέλκον ὡς πρὸς τὴν τοῦ συμπεράσματος κατασκευήν. ὅσον δ' ἐπὶ τούτῳ δεήσει τὸν ἐν τῷ πρώτῳ [καὶ τῷ δευτέρῳ] τρόπῳ συνερωτώμενον λόγον κατὰ παρολκὴν εἶναι ἀπέραντον, ἐπεὶ παρέλκει ἐν αὐτῷ 〈τὸ〉 τροπικόν. καὶ τοῦτ' εἰσόμεθα παρατεθέντων ἡμῖν τῶν λόγων.