HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,446
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,446.rdf
1.
[8.439] τὸν γὰρ δὴ τοιοῦτόν φασιν ἀπέραντον ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν,
ἀλλὰ καὶ ἡ ἀρετὴ ὠφελεῖ˙ φῶς ἄρα ἔστιν᾽᾽. παρέλκει γὰρ ἐπ' αὐτοῦ τὸ ῾῾ἡ ἀρετὴ ὠφελεῖ᾽᾽ πρὸς τὴν
κατασκευὴν τοῦ συμπεράσματος, διὰ τὸ ἀρθέντος αὐτοῦ δύνασθαι ἐκ τῶν περιλειπομένων δυεῖν
λημμάτων ἀνελλιπῶς συνάγεσθαι τὴν ἐπιφοράν.