1.

[8.439] τὸν γὰρ δὴ τοιοῦτόν φασιν ἀπέραντον ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν, ἀλλὰ καὶ ἡ ἀρετὴ ὠφελεῖ˙ φῶς ἄρα ἔστιν᾽᾽. παρέλκει γὰρ ἐπ' αὐτοῦ τὸ ῾῾ἡ ἀρετὴ ὠφελεῖ᾽᾽ πρὸς τὴν κατασκευὴν τοῦ συμπεράσματος, διὰ τὸ ἀρθέντος αὐτοῦ δύνασθαι ἐκ τῶν περιλειπομένων δυεῖν λημμάτων ἀνελλιπῶς συνάγεσθαι τὴν ἐπιφοράν.