1.

[8.440] (§ 440 Cfr. PH II 159) τοίνυν ὑποτυγχάνοντες οἱ ἀπὸ τῆς σκέψεως ἐροῦσιν ὡς, εἴπερ ἀπέραντός ἐστιν ὁ λόγος κατὰ παρολκήν, ἐφ' οὗ ἀρθέντος τινὸς λήμματος ἐκ τῶν περιλειπομένων συνάγεται ἡ ἐπιφορά, ῥητέον ἀπέραντον εἶναι καὶ τὸν ἐν τῷ πρώτῳ τρόπῳ ἐρωτώμενον, ἔχοντα δὲ οὕτως ῾῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν˙ φῶς ἄρα ἔστιν᾽᾽. παρέλκει γὰρ ἐν αὐτῷ πρὸς τὴν τοῦ συμπεράσματος κατασκευὴν τὸ τροπικὸν τὸ ῾῾εἰ ἡμέρα ἔστι, 〈φῶς ἔστι᾽᾽〉, καὶ δύναται ἐκ τοῦ ῾῾ἡμέρα ἔστι᾽᾽ μόνου συνάγεσθαι τὸ ῾῾φῶς ἄρα ἔστιν᾽᾽.