HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,448
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,448.rdf
1.
[8.441] τοῦτο δὲ πρόδηλον μὲν ἦν καὶ αὐτόθεν, ἔστι δὲ καὶ αὐτὸ ἐκ τῆς ὡς πρὸς ἐκείνους
ἀκολουθίας παραμυθεῖσθαι. ἤτοι γὰρ ἀκολουθεῖν φήσουσι τῷ ἡμέραν εἶναι τὸ φῶς εἶναι, ἢ μὴ
ἀκολουθεῖν. καὶ εἰ μὲν ἀκολουθεῖ, αὐτόθεν ὁμολογηθέντος ἀληθοῦς εἶναι τοῦ ῾῾ἡμέρα ἔστι᾽᾽
συνάγεται καὶ τὸ ῾῾φῶς ἔστι᾽᾽, κατ' ἀνάγκην ἑπόμενον αὐτῷ˙ ὅπερ ἦν συμπέρασμα.