1.

[8.441] τοῦτο δὲ πρόδηλον μὲν ἦν καὶ αὐτόθεν, ἔστι δὲ καὶ αὐτὸ ἐκ τῆς ὡς πρὸς ἐκείνους ἀκολουθίας παραμυθεῖσθαι. ἤτοι γὰρ ἀκολουθεῖν φήσουσι τῷ ἡμέραν εἶναι τὸ φῶς εἶναι, ἢ μὴ ἀκολουθεῖν. καὶ εἰ μὲν ἀκολουθεῖ, αὐτόθεν ὁμολογηθέντος ἀληθοῦς εἶναι τοῦ ῾῾ἡμέρα ἔστι᾽᾽ συνάγεται καὶ τὸ ῾῾φῶς ἔστι᾽᾽, κατ' ἀνάγκην ἑπόμενον αὐτῷ˙ ὅπερ ἦν συμπέρασμα.