1.

[8.442] εἰ δὲ οὐκ ἀκολουθεῖ, οὐδ' ἐπὶ τοῦ συνημμένου ἀκολουθήσει, καὶ διὰ τοῦτο ἔσται ψεῦδος τὸ συνημμένον, μὴ ἀκολουθοῦντος ἐν αὐτῷ τοῦ λήγοντος τῷ ἡγουμένῳ. ὥστε δυεῖν θάτερον ὅσον ἐπὶ τῇ προειρημένῃ τεχνολογίᾳ (Cfr. §428), ἢ ἀπέραντον εὑρίσκεσθαι τὸν ἐν τῷ πρώτῳ τρόπῳ ἠρωτημένον παρέλκοντος ἐν αὐτῷ τοῦ τροπικοῦ, ἢ ψευδῆ πάντως διὰ τὸ ψεῦδος ἐν αὐτῷ εἶναι τὸ τροπικόν.