1.

[8.443] (§ 443 Cfr. PH II 167) τὸ μὲν γὰρ λέγειν μὴ ἀρέσκειν τῷ Χρυσίππῳ (Cfr.
SVF fr. II 249 Arn. (ed).
) μονολημμάτους εἶναι λόγους, ὃ τάχα τινὲς ἐροῦσι πρὸς τὴν τοιαύτην ἔνστασιν, τελέως ληρῶδες. οὔτε γὰρ ταῖς Χρυσίππου φωναῖς ὡς πυθοχρήστοις παραγγέλμασιν ἀνάγκη πείθεσθαι, οὔτε μαρτυρίᾳ προσέχειν ἀνδρῶν ἐστιν εἰς οἰκείαν ἀπόρησιν ἐκ μάρτυρος τοῦ τὸ ἐναντίον λέγοντος˙ Ἀντίπατρος (Cfr.
SVF fr. III 28 Arn. (ed).
) γάρ, τῶν ἐν τῇ Στωικῇ αἱρέσει ἐπιφανεστάτων ἀνδρῶν, ἔφη δύνασθαι καὶ μονολημμάτους λόγους συνίστασθαι.