1.

[8.444] (§§ 444-445 Cfr. PH II 154) Ἔτι κατὰ τρίτον τρόπον ἀπέραντος ἐλέγετο λόγος παρὰ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι. πάλιν οὖν ἢ φάσει μόνον ἀρκούμενοι λέξουσιν ἐν μοχθηρῷ τινι σχήματι λόγον συνηρωτῆσθαι, ἢ ὑπόμνησιν εἰς τοῦτο παραλήψονται. καὶ εἰ μὲν φάσει ἀρκοῦνται, καὶ ἡμεῖς ἀντιθήσομεν φάσιν τὴν λέγουσαν, ὅτι οὐκ ἐν μοχθηρῷ ἠρώτηται σχήματι.