1.

[8.445] εἰ δὲ λόγον παραλαμβάνουσι, πάντως ἀληθῆ. τὸ δ' ὅτι ἔστιν ἀληθὴς οὗτος ὁ λόγος (φημὶ δὲ ὁ δεικνὺς τὸ ἐν μοχθηρῷ σχήματι ἠρωτῆσθαί τινα λόγον), πόθεν δείκνυται; ἢ δῆλον ὅτι ἐκ τοῦ ἐν ὑγιεῖ ἠρωτῆσθαι σχήματι; οὐκοῦν ἵνα μὲν ὁ ἐν μοχθηρῷ ἐρωτηθεὶς σχήματι λόγος γνωσθῇ, ὅτι ἐν μοχθηρῷ ἠρώτηται σχήματι, δεῖ λόγον ὑγιῆ παραληφθῆναι˙ ἵνα δὲ οὗτος ὑγιὴς ᾖ, δεῖ αὐτὸν 〈ἐν〉 ὑγιεῖ ἠρωτῆσθαι σχήματι. καὶ διὰ τοῦτο μήτε τοῦ ὑγιοῦς λόγου πρὶν τοῦ σχήματος πιστωθῆναι δυναμένου, ὅτι ἔστιν ὑγιής, μήτε τοῦ σχήματος, ὅτι ἔστιν ὑγιὲς σχῆμα, πρὶν τοῦ ἐπικρίναντος αὐτὸ λόγου, συνίσταται ὁ δι' ἀλλήλων τρόπος, ὅς ἐστιν ἀπορώτατος.