HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,453
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,453.rdf
1.
[8.446] (§ 446 Cfr.
PH
II 155) Καὶ πρὸς τὴν λειπομένην δὲ διαφορὰν τῶν ἀπεράντων
λόγων, τουτέστι τὴν παρ' ἔλλειψιν, ἤδη [μὲν] σχεδὸν ἀντειρήκαμεν. εἰ γὰρ ἀνεύρετός ἐστιν ὁ
ἀπηρτισμένος λόγος, ὡς
ἀνώτερον ὑπεδείξαμεν (Cfr. §§ 441 sqq. et 435 sqq.), ἄγνωστος
ὀφείλει τυγχάνειν καὶ ὁ ἐλλιπής˙ ἀνεύρετος δέ γέ ἐστιν ὁ ἀπηρτισμένος, ὡς παρεστήσαμεν˙ τοίνυν
καὶ ὁ ἐλλιπὴς ἄγνωστος γενήσεται.