1.

[8.446] (§ 446 Cfr. PH II 155) Καὶ πρὸς τὴν λειπομένην δὲ διαφορὰν τῶν ἀπεράντων λόγων, τουτέστι τὴν παρ' ἔλλειψιν, ἤδη [μὲν] σχεδὸν ἀντειρήκαμεν. εἰ γὰρ ἀνεύρετός ἐστιν ὁ ἀπηρτισμένος λόγος, ὡς ἀνώτερον ὑπεδείξαμεν (Cfr. §§ 441 sqq. et 435 sqq.), ἄγνωστος ὀφείλει τυγχάνειν καὶ ὁ ἐλλιπής˙ ἀνεύρετος δέ γέ ἐστιν ὁ ἀπηρτισμένος, ὡς παρεστήσαμεν˙ τοίνυν καὶ ὁ ἐλλιπὴς ἄγνωστος γενήσεται.