1.

[8.447] Εἰ δὲ κατὰ τοὺς Στωικοὺς τεσσάρων ὄντων τρόπων (Cfr. § 429) καθ' οὓς ἀπέραντος γίγνεται λόγος, ἐδείξαμεν καθ' ἕκαστον αὐτῶν μὴ γινωσκομένους τοὺς ἀπεράντους λόγους, ἀκολουθήσει καὶ τὸν περαίνοντα ἄγνωστον εἶναι. τούτου δὲ μὴ γινωσκομένου καὶ ὁ ἀποδεικτικὸς ἔσται λόγος τῶν ἀνευρέτων.