1.

[8.449] τὸ γὰρ συνημμένον, ὡς ἔμπροσθεν ἐδείκνυμεν (Cfr. §§ 112 sqq. et 247), ὑγιὲς ἀξιοῦσι τυγχάνειν, ὅταν ἀπ' ἀληθοῦς ἀρχόμενον 〈λήγῃ ἐπ' ἀληθὲς ἢ ἀπὸ ψεύδους ἀρχόμενον〉 ἐπὶ ψεῦδος (Cfr. §§ 114, 268, 331 et 416) λήγῃ ἢ ἀπὸ ψεύδους ἐπ' ἀληθές, καὶ καθ' ἕνα τρόπον ψεῦδος, ὅταν ἀπ' ἀληθοῦς ἀρχόμενον λήγῃ ἐπὶ ψεῦδος. τούτων δ' οὕτως ἐχόντων εὑρεθήσεται ἐπὶ τῆς ἀποδείξεως ἀνεπίκριτον 〈τὸ συνημμένον〉.