1.

[8.450] ὡς ἐπίπαν γὰρ ἀρχόμενον ἀπὸ τῆς προσλήψεως λήγει εἰς τὴν ἐπιφοράν, ὡς ἔχει ἐπὶ τῶν τοιούτων λόγων ῾῾ἓν ἔστι κίνησις, ἔστι κενόν˙ ἀλλὰ μὴν ἔστι κίνησις˙ ἔστιν ἄρα κενόν᾽᾽. ἐνταῦθα γὰρ τὸ συνημμένον ἄρχεταί τε ἀπὸ τῆς προσλήψεως τῆς ῾῾ἔστι κίνησις᾽᾽, καὶ λήγει εἰς τὴν ἐπιφορὰν τὴν ῾῾ἔστι κενόν.᾽᾽