HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,458
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,458.rdf
1.
[8.451] (§§ 451-452 Cfr.
PH
II 167-168) ἤτοι οὖν πρόδηλόν ἐστι πρᾶγμα ἡ ἐπιφορὰ καὶ
γινωσκόμενον ἡμῖν ἢ ἄδηλον καὶ ἄγνωστον. καὶ εἰ μὲν πρόδηλον καὶ γνωστόν, οὐκέτι ἀποδεικτικὸς
γίνεται ὁ λόγος, ἐκ πάντων προδήλων συνεστώς, τοῦτο μὲν τῶν λημμάτων, τοῦτο δὲ τῆς ἐπιφορᾶς. εἰ
δὲ ἄδηλον, ἐξ ἀνάγκης ἀνεπίκριτον γίνεται τὸ συνημμένον.