1.

[8.452] τὸ μὲν γὰρ ἀπὸ τίνος ἄρχεται γνώριμόν ἐστιν ἡμῖν (πρόδηλον γάρ), τὸ δὲ εἰς τί λήγει ἀγνοεῖται διὰ τὴν ἀδηλότητα. μὴ ἐπιστάμενοι δέ, πότερον ἀληθὲς ἢ ψεῦδός ἐστι τὸ τοιοῦτον, οὐδ' ἐπικρίνειν δυνησόμεθα τὸ συνημμένον. ἀνεπικρίτου δὲ ὄντος αὐτοῦ καὶ ὁ λόγος γίνεται μοχθηρός.