1.

[8.453] Ἔτι τῶν πρός τί ἐστιν ἡ ἀπόδειξις, τὰ δὲ πρός τι ἐπινοεῖται μόνον, οὐκέτι δὲ καὶ ὑπάρχει˙ τοίνυν καὶ ἡ ἀπόδειξις ἐν ἐπινοίᾳ μόνον ἐστὶ καὶ οὐκ ἐν ὑπάρξει. καὶ ὅτι τῷ ὄντι ἐπινοίᾳ μόνον σῴζεται τὰ πρός τί πως ἔχοντα, ὕπαρξις δὲ οὐκ ἔστιν αὐτοῖς, πάρεστι διδάσκειν ἐκ τῆς τῶν δογματικῶν ἀνθομολογήσεως.