1.

[8.455] καὶ ἄλλως, πᾶν τὸ ὑπάρχον οὐ δύναται ἀλλαγήν τινα καὶ ἑτεροίωσιν ἀναδέξασθαι χωρὶς πάθους, οἷον τὸ λευκὸν χρῶμα οὐ δύναται μέλαν γενέσθαι μὴ τραπὲν καὶ μεταβαλόν, καὶ τὸ μέλαν οὐ δύναται εἰς ἕτερον μεταβαλεῖν χρῶμα μένον μέλαν, καὶ ὡσαύτως τὸ γλυκὺ οὐκ ἂν γένοιτο πικρὸν ἀπαθὲς καὶ ἀνετεροίωτον ὑποκείμενον.