1.

[8.456] ὥστε πᾶν τὸ ὑπάρχον οὐ χωρὶς πάθους τινὸς τὴν εἰς ἕτερον ἀναδέχεται μεταβολήν. τὸ δὲ πρός τι ἀλλάσσεται χωρὶς πάθους καὶ μηδεμιᾶς περὶ αὐτὸ γινομένης ἑτεροιώσεως. οἷον τὸ πηχυαῖον ξύλον πηχυαίου μὲν αὐτῷ ἀντιπαρατεθέντος λέγεται ἴσον ἐκείνῳ τυγχάνειν, διπήχους δὲ οὐκέτι ἴσον ἀλλ' ἄνισον, μηδεμιᾶς περὶ αὐτὸ γενομένης τροπῆς καὶ ἀλλοιώσεως. καὶ εἰ νοήσαιμέν τινα ἐξ ἄγγους ὕδωρ προχέοντα, ὁ τοιοῦτος ὑποτεθέντος μέν τινος ἑτέρου ἄγγους λεχθήσεται ἐγχέειν, μὴ ὑποτεθέντος δὲ ἐκχέειν, καίπερ μηδεμίαν αὐτὸς τροπὴν καὶ ἀλλοίωσιν ἀναδεξάμενος.