1.

[8.459] εἴπερ δ' ὑπάρχει τὸ πρός τι καὶ μὴ ψιλὴν ἔχει ἐπίνοιαν, ἔσται τὸ ἓν τἀναντία. ἄτοπον δέ γέ ἐστι λέγειν τὸ ἓν τἀναντία˙ οὐκ ἄρα ὑπάρχει τὸ πρός τι, ἀλλ' ἐπινοεῖται μόνον. πάλιν γὰρ τὸ πηχυαῖον σῶμα κατὰ μὲν τὴν τοῦ ἡμιπηχυαίου παράθεσιν λέγεται μεῖζον, κατὰ δὲ τὴν διπηχυαίου μικρότερον. τὸ δὲ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον καὶ μεῖζον καὶ μικρότερον ὑπάρχειν, τουτέστι τἀναντία, τῶν ἀδυνάτων˙ ἐπινοεῖσθαι μὲν γὰρ τάχ' ἴσως δυνήσεται κατὰ τὴν ὡς πρὸς ἄλλο 〈καὶ ἄλλο〉 σύμβλησιν, εἶναι δὲ καὶ ὑπάρχειν οὐχ οἷόν τε. οὐκ ἄρα ὑπάρχει τὰ πρός τι.