1.

[8.460] Οὐ μὴν ἀλλ' εἴπερ ἔστι τὰ πρός τι, ἔστι τι ταὐτὸ ἐναντίον ἑαυτῷ˙ οὐχὶ δέ γε τοῦτο˙ τοίνυν οὐδὲ ταύτῃ ῥητέον ὑπάρχειν τὸ πρός τι. ἔτι εἰ ὑπάρχει τὸ πρός τι, ἔσται τι ἑαυτῷ ἐναντίον˙ οὐκ εὔλογον δέ γέ ἐστιν εἶναί τι αὐτὸ ἑαυτῷ ἐναντίον˙ τοίνυν οὐδὲ τὸ πρός τι ὑπάρχειν ἔστιν εὔλογον.