1.

[8.461] τὸ γὰρ ἄνω τῷ κάτω ἐστὶν ἐναντίον, τὸ δὲ αὐτὸ ὡς μὲν πρὸς τὸ ὑποκείμενον ἄνω ἐστίν, πρὸς δὲ τὸ ὑπερκείμενον κάτω. εἰ δ' ἔσται τρία, ἄνω καὶ κάτω καὶ μέσον τοῦ ἄνω καὶ τοῦ κάτω, τὸ μέσον ἔσται πρὸς μὲν τὸ ὑποκείμενον ἄνω, πρὸς δὲ τὸ ὑπερκείμενον κάτω, καὶ ἔσται τὸ αὐτὸ ἄνω καὶ κάτω˙ ὅπερ ἀδύνατον. οὐκ ἄρα ὑπάρχει τὸ πρός τι. εἰ δ' ἄρα τὸ πρός τι ὑπάρχει, τὸ αὐτὸ ἔσται ἄνω καὶ κάτω. διὰ δὲ τοῦτο καὶ εἰ ἔστι, λέγεται τὸ αὐτὸ κατὰ τὴν ὡς πρὸς ἄλλο 〈καὶ ἄλλο〉 σχέσιν ἄνω καὶ κάτω. τὸ αὐτὸ ἄρα χωρὶς ἑαυτοῦ γενήσεται, ὃ πάντων ἀτοπώτατον.