1.

[8.463] Τὰ μὲν οὖν λεγόμενα εἰς τὸ μὴ εἶναι ἀπόδειξιν τοιαῦτά τινα καθέστηκεν˙ σκοπῶμεν δὲ καὶ τὸν ἀντικείμενον λόγον. οἴονται γὰρ οἱ δογματικοὶ [λόγοι] τῶν φιλοσόφων τὸν ἀξιοῦντα μὴ εἶναι ἀπόδειξιν αὐτὸν ὑφ' αὑτοῦ περιτρέπεσθαι, καὶ δι' ὧν ἀναιρεῖ ταύτην, διὰ τούτων αὐτὴν ὁρίζειν. ὅθεν καὶ ἀντικαθιστάμενοι τοῖς σκεπτικοῖς φασίν˙ ῾῾ὁ λέγων μηδὲν εἶναι ἀπόδειξιν ἤτοι ψιλῇ καὶ ἀναποδείκτῳ χρώμενος φάσει λέγει μηθὲν ὑπάρχειν ἀπόδειξιν, ἢ λόγῳ τὸ τοιοῦτον ἀποδεικνύς (Cfr. §§ 242 sqq. et M VII 440 sqq.).