1.

[8.464] καὶ εἰ μὲν ψιλῇ φάσει προσχρώμενος, οὐθεὶς αὐτῷ πιστεύσει τῶν τὴν ἀπόδειξιν παραδεχομένων, ψιλῇ φάσει χρωμένῳ, ἀλλὰ διὰ τῆς ἀντικειμένης ἐπισχεθήσεται φάσεως, εἰπόντος τινὸς εἶναι ἀπόδειξιν. εἰ δὲ ἀποδεικνὺς τὸ μὴ εἶναι ἀπόδειξιν (τοῦτο γάρ φασιν), αὐτόθεν ὡμολόγησε τὸ εἶναι ἀπόδειξιν˙ ὁ γὰρ δεικνὺς λόγος τὸ μὴ εἶναι ἀπόδειξιν ἔστιν ἀπόδειξις τοῦ εἶναι ἀπόδειξιν.