1.

[8.466] (§§ 466-469 Cfr. §§ 281-284 et PH II 186) ἔνιοι δὲ καὶ οὕτω συνερωτῶσιν˙ ῾῾εἰ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν˙ εἰ μὴ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν. ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν ἀπόδειξις˙ ἀπόδειξις ἄρα ἔστιν᾽᾽. καὶ δὴ ἡ μὲν τῶν λημμάτων τοῦ λόγου τούτου παραμυθία προῦπτός ἐστιν. τό τε γὰρ πρῶτον συνημμένον τὸ ῾῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾽᾽ διαφορούμενον καθεστὼς ἀληθές ἐστιν˙ ἀκολουθεῖ γὰρ τῷ ἐν αὐτῷ πρώτῳ τὸ ἐν αὐτῷ δεύτερον, μὴ ἕτερον ὂν ἐκείνου. τό τε δεύτερον συνημμένον τὸ ῾῾εἰ μὴ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾽᾽ πάλιν ὑγιές ἐστιν˙ τῷ γὰρ μὴ εἶναι ἀπόδειξιν, ἡγουμένῳ ὄντι, ἕπεται τὸ εἶναι ἀπόδειξιν˙