1.

[8.467] αὐτὸς γὰρ ὁ δεικνὺς λόγος τὸ μὴ εἶναι ἀπόδειξιν ἀποδεικτικὸς ὢν βεβαιοῖ τὸ εἶναι ἀπόδειξιν. τό τε διεζευγμένον τὸ ῾῾ἤτοι δὲ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις᾽᾽, ἐξ ἀντικειμένων διεζευγμένον τοῦ τε εἶναι ἀπόδειξιν καὶ τοῦ μὴ εἶναι, ἓν ὀφείλει ἔχειν ἀληθὲς καὶ διὰ τοῦτο εἶναι ἀληθές. ὥστε ἀληθῶν ὄντων τῶν λημμάτων συνεισάγεται καὶ ἡ ἐπιφορά.