1.

[8.468] πάρεστι δὲ καὶ ἑτέρως διδάσκειν, ὅτι ἀκολουθεῖ αὐτοῖς. εἰ γὰρ τὸ διεζευγμένον ἀληθές ἐστιν ἓν ἔχον ἐν αὑτῷ ἀληθές, ὁπότερον ἂν ἐκ τούτων ὑποθώμεθα ἀληθές, συνεισαχθήσεται καὶ ἡ ἐπιφορά. ὑποκείσθω δὲ πρῶτον τῶν ἐν αὐτῷ ἀληθὲς τὸ εἶναι ἀπόδειξιν. οὐκοῦν ἐπεὶ τοῦτο ἡγούμενόν ἐστιν ἐν τῷ πρώτῳ συνημμένῳ, ἀκολουθήσαι αὐτῷ τὸ λῆγον ἐν τῷ πρώτῳ συνημμένῳ˙ ἔληγε δέ γε τὸ ῾῾ἔστιν ἀπόδειξις᾽᾽, ὅπερ ἦν καὶ ἐπιφορά. δοθέντος ἄρα τοῦ εἶναι ἀπόδειξιν ἀληθοῦς ἐν τῷ διεζευγμένῳ, ἀκολουθήσει ἡ τοῦ λόγου ἐπιφορά.