HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,477
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,477.rdf
1.
[8.470] Τοιαύτης δὲ οὔσης τῆς τῶν δογματικῶν ἐνστάσεως σύντομός ἐστι καὶ ἡ πρὸς ταύτην τῶν
σκεπτικῶν ἀπάντησις. λέξουσι γάρ˙ εἰ μὲν οὐκ ἐνδέχεται ἀποκρίνασθαι πρὸς τὴν πεῦσιν καθ' ἣν
ἐπεζήτουν, πότερον ἀπόδειξίς ἐστιν ὁ κατὰ τῆς ἀποδείξεως λόγος ἢ οὐκ ἀπόδειξις, ὀφείλουσι
εὐγνωμονεῖν, εἰ μὴ ἔχουσι πρὸς ἄπορον οὕτω πεῦσιν ἀποκρίνασθαι.