1.

[8.470] Τοιαύτης δὲ οὔσης τῆς τῶν δογματικῶν ἐνστάσεως σύντομός ἐστι καὶ ἡ πρὸς ταύτην τῶν σκεπτικῶν ἀπάντησις. λέξουσι γάρ˙ εἰ μὲν οὐκ ἐνδέχεται ἀποκρίνασθαι πρὸς τὴν πεῦσιν καθ' ἣν ἐπεζήτουν, πότερον ἀπόδειξίς ἐστιν ὁ κατὰ τῆς ἀποδείξεως λόγος ἢ οὐκ ἀπόδειξις, ὀφείλουσι εὐγνωμονεῖν, εἰ μὴ ἔχουσι πρὸς ἄπορον οὕτω πεῦσιν ἀποκρίνασθαι.