HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,479
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,479.rdf
1.
[8.472] εἰ δὲ ἀπόδειξίς ἐστι, πάντως ἀληθῆ ἔχει τὰ λήμματα καὶ τὴν ἐπιφοράν˙ σὺν γὰρ τῇ
τούτων ἀληθότητι νοεῖται ἡ ἀπόδειξις. ἦν δέ γε ἐπιφορὰ αὐτοῦ τὸ μὴ εἶναι ἀπόδειξιν˙ ἀληθὲς ἄρα
ἐστὶ τὸ μὴ εἶναι ἀπόδειξιν, καὶ τὸ ἀντικείμενον τούτῳ ψεῦδος, τὸ εἶναι ἀπόδειξιν. οὕτω γὰρ
ἀποδεικτικὸν θέλοντες ἀποδεῖξαι τὸν κατὰ τῆς ἀποδείξεως λόγον, οὐ μᾶλλον αὐτὴν τιθέασιν ἢ
ἀναιροῦσιν.