1.

[8.472] εἰ δὲ ἀπόδειξίς ἐστι, πάντως ἀληθῆ ἔχει τὰ λήμματα καὶ τὴν ἐπιφοράν˙ σὺν γὰρ τῇ τούτων ἀληθότητι νοεῖται ἡ ἀπόδειξις. ἦν δέ γε ἐπιφορὰ αὐτοῦ τὸ μὴ εἶναι ἀπόδειξιν˙ ἀληθὲς ἄρα ἐστὶ τὸ μὴ εἶναι ἀπόδειξιν, καὶ τὸ ἀντικείμενον τούτῳ ψεῦδος, τὸ εἶναι ἀπόδειξιν. οὕτω γὰρ ἀποδεικτικὸν θέλοντες ἀποδεῖξαι τὸν κατὰ τῆς ἀποδείξεως λόγον, οὐ μᾶλλον αὐτὴν τιθέασιν ἢ ἀναιροῦσιν.