1.

[8.473] (§§ 473-478 Cfr. PH II 187) ὅμως δὲ καὶ τοὺς σκεπτικοὺς ἂν δέῃ ὑπὲρ αὑτῶν ἀποκρίνασθαι, ἀσφαλῶς ἀποκρινοῦνται. φήσουσι γὰρ τὸν κατὰ τῆς ἀποδείξεως λόγον πιθανὸν εἶναι μόνον καὶ πρὸς τὸ παρὸν πείθειν αὐτοὺς καὶ ἐπάγεσθαι συγκατάθεσιν, ἀγνοεῖν δέ, εἰ καὶ αὖθις ἔσται τοιοῦτος διὰ τὸ πολύτροπον τῆς ἀνθρωπίνης διανοίας. οὕτω γὰρ γενομένης τῆς ἀποκρίσεως οὐδὲν ἔτι δυνήσεται λέγειν ὁ δογματικός. ἢ γὰρ τοῦτο διδάξει, ὅτι οὐκ ἔστιν ἀληθὴς ὁ κατὰ τῆς ἀποδείξεως κομισθεὶς λόγος, ἢ τοῦτο παραστήσει, ὅτι οὐ πείθει τὸν σκεπτικόν.