1.

[8.481] καὶ πάλιν ὡς οὐκ ἀδύνατόν ἐστι τὸν διά τινος κλίμακος ἐφ' ὑψηλὸν ἀναβάντα τόπον μετὰ τὴν ἀνάβασιν ἀνατρέψαι τῷ ποδὶ τὴν κλίμακα, οὕτως οὐκ ἀπέοικε τὸν σκεπτικόν, ὡς διά τινος ἐπιβάθρας τοῦ δεικνύντος λόγου τὸ μὴ εἶναι ἀπόδειξιν χωρήσαντα ἐπὶ τὴν τοῦ προκειμένου κατασκευήν, τότε καὶ αὐτὸν τοῦτον τὸν λόγον ἀνελεῖν.
Ἀλλὰ γὰρ τοσαῦτα καὶ περὶ τῶν κατὰ τὸν λογικὸν τόπον ἐφόδων ἀπορήσαντες τὸ μετὰ τοῦτο καὶ ἐπὶ τὴν πρὸς τοὺς φυσικοὺς ζήτησιν χωρήσομεν.