1.

  • α´ περὶ ἀρχῶν φυσικῶν
  • β´ περὶ θεῶν
  • γ´ περὶ αἰτίου καὶ πάσχοντος
  • δ´ περὶ ὅλου καὶ μέρους
  • ε´ περὶ σώματος

[9.1] Τὴν μὲν αἰτίαν, δι' ἣν μετὰ τὸ λογικὸν τῆς φιλοσοφίας μέρος εἰς ἐπίσκεψιν ἡμῖν ἄγεται τὸ φυσικόν, καίπερ χρόνῳ τῶν ἄλλων προήκειν δοκοῦν, ἀνώτερον ὑπεμνήσαμεν (Cfr. M VII 20 sqq.)˙ τὸν αὐτὸν δὲ τρόπον τῆς ζητήσεως πάλιν ἐνταῦθα συστησόμεθα, οὐκ ἐμβραδύνοντες τοῖς κατὰ μέρος, ὁποῖόν τι πεποιήκασιν οἱ περὶ τὸν Κλειτόμαχον καὶ ὁ λοιπὸς τῶν Ἀκαδημαϊκῶν χορός (εἰς ἀλλοτρίαν γὰρ ὕλην ἐμβάντες καὶ ἐπὶ συγχωρήσει τῶν ἑτεροίως δογματιζομένων ποιούμενοι τοὺς λόγους ἀμέτρως ἐμήκυναν τὴν ἀντίρρησιν), ἀλλὰ τὰ κυριώτατα καὶ τὰ συνεκτικώτατα κινοῦντες, ἐν οἷς ἠπορημένα ἕξομεν καὶ τὰ λοιπά.