1.

[9.3] οὐκ ἀπιθάνως γοῦν τινες ἀπεικάζουσι τοὺς μὲν εἰς τὰς κατὰ μέρος ζητήσεις συγκαταβαίνοντας τοῖς ἐκ ποδὸς τὸ θηρίον διώκουσι κυνηγοῖς ἢ ἀπὸ ὁρμιᾶς ἁλιεύουσιν ἢ ἰξῷ καὶ καλάμῳ τοὺς ὄρνις θηρεύουσιν, τοὺς δὲ ἀπὸ τῶν συνεκτικωτάτων πάντα τὰ ἐπὶ μέρους σαλεύοντας τοῖς λίνα καὶ στάλικας καὶ σαγήνας περιβαλλομένοις. ὅθεν ὡς πολλῷ τεχνικώτερόν ἐστι τοῦ καθ' ἕκαστον θήραμα πονεῖσθαι τὸ διὰ μιᾶς ἐφόδου πολλὰ δύνασθαι ἀγρεύειν, οὕτω πολλῷ χαριέστερον τὸ κοινῇ κατὰ πάντων κομίζειν ἀντίρρησιν τοῦ προσειλεῖσθαι τοῖς κατὰ μέρος.