1.

[9.4] (§§ 4-12 Cfr. PH III 1) Ἐπεὶ οὖν οἱ δοκοῦντες ἀκριβέστερον κατὰ τὸν φυσικὸν τόπον περὶ τῶν τοῦ παντὸς ἀρχῶν διατετάχθαι τὰς μέν τινας αὐτῶν δραστηρίους εἶναι λέγουσι τὰς δὲ ὑλικάς 〈......〉. ὧν τῆς δόξης ἀρχηγὸς ἀξιοῦται τυγχάνειν ὁ ποιητὴς Ὅμηρος καὶ μετὰ τοῦτόν γε Ἀναξαγόρας ὁ Κλαζομένιος καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι παμπληθεῖς.