1.

[9.10] δόξαι δ' ἄν, ὡς προεῖπον, καὶ ὁ Ἐμπεδοκλῆς τοιοῦτος εἶναι˙ σὺν γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ νεῖκος καὶ τὴν φιλίαν καταριθμεῖται, τὴν μὲν φιλίαν ὡς συναγωγὸν αἰτίαν, τὸ δὲ νεῖκος ὡς διαλυτικήν (31 B 17 Diels-Kranz)˙
‘πῦρ᾽᾽ γάρ φησι ῾῾καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἤπιον ὕψος,
Νεῖκός τ' οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντη,
καὶ Φιλότης μετὰ τοῖσιν, ἴση μῆκός τε πλάτος τε.’