1.

[9.12] ἐπεὶ οὖν τοιαύτη τίς ἐστι παρὰ τοῖς ἀρίστοις τῶν φυσικῶν διάταξις, φέρε περὶ τῶν ποιητικῶν ἀρχῶν διαπορῶμεν πρῶτον, σκεπτόμενοι ὁτὲ μὲν οἷον δογματικῶς περὶ θεοῦ, ὁτὲ δὲ ἀπορητικώτερον περὶ τοῦ μηδὲν εἶναι τὸ ποιοῦν ἢ πάσχον. ἀλλ' ἐπεὶ κατὰ πᾶσαν ζήτησιν προτάττεται ἡ τοῦ ζητουμένου πράγματος νόησις, ἴδωμεν πῶς εὐθὺς ἔννοιαν ἐλάβομεν θεοῦ.